Pular para o conteúdo

Περὶ εἰρήνης

Isócrates · Parte 11

[11] μὴ φανερὸν τὸ συμφέρον ποιήσαντες. χωρὶς δὲ τούτων πῶς ἂν ἄνθρωποι καλῶς δυνηθεῖεν ἢ κρῖναι περὶ τῶν γεγενημένων ἢ βουλεύσασθαι περὶ τῶν μελλόντων, εἰ μὴ τοὺς μὲν λόγους τοὺς τῶν ἐναντιουμένων παρʼ ἀλλήλους ἐξετάζοιεν, αὐτοὶ δʼ αὑτοὺς κοινοὺς ἀμφοτέροις ἀκροατὰς παράσχοιεν;