Pular para o conteúdo

Πανηγυρικός

Isócrates · Parte 34

[34] περὶ μὲν οὖν τοῦ μεγίστου τῶν εὐεργετημάτων καὶ πρώτου γενομένου καὶ πᾶσι κοινοτάτου ταῦτʼ εἰπεῖν ἔχομεν· περὶ δὲ τοὺς αὐτοὺς χρόνους ὁρῶσα τοὺς μὲν βαρβάρους τὴν πλείστην τῆς χώρας κατέχοντας, τοὺς δʼ Ἕλληνας εἰς μικρὸν τόπον κατακεκλειμένους καὶ διὰ σπανιότητα τῆς γῆς ἐπιβουλεύοντάς τε σφίσιν αὐτοῖς καὶ στρατείας ἐπʼ ἀλλήλους ποιουμένους, καὶ τοὺς μὲν διʼ ἔνδειαν τῶν καθʼ ἡμέραν τοὺς δὲ διὰ τὸν πόλεμον ἀπολλυμένους,