Pular para o conteúdo

Πανηγυρικός

Isócrates · Parte 189

[189] ἐνθυμουμένους ὅτι τοῖς μεγάλʼ ὑπισχνουμένοις οὐ πρέπει περὶ μικρὰ διατρίβειν, οὐδὲ τοιαῦτα λέγειν ἐξ ὧν ὁ βίος μηδὲν ἐπιδώσει τῶν πεισθέντων, ἀλλʼ ὧν ἐπιτελεσθέντων αὐτοί τʼ ἀπαλλαγήσονται τῆς παρούσης ἀπορίας καὶ τοῖς ἄλλοις μεγάλων ἀγαθῶν αἴτιοι δόξουσιν εἶναι.