Pular para o conteúdo

Πανηγυρικός

Isócrates · Parte 180

[180] καὶ ταύτας ἡμᾶς ἠνάγκασεν ἐν στήλαις λιθίναις ἀναγράψαντας ἐν τοῖς κοινοῖς τῶν ἱερῶν καταθεῖναι, πολὺ κάλλιον τρόπαιον τῶν ἐν ταῖς μάχαις γιγνομένων· τὰ μὲν γὰρ ὑπὲρ μικρῶν ἔργων καὶ μιᾶς τύχης ἐστίν, αὗται δʼ ὑπὲρ ἅπαντος τοῦ πολέμου καὶ καθʼ ὅλης τῆς Ἑλλάδος ἑστήκασιν.