Pular para o conteúdo

Πανηγυρικός

Isócrates · Parte 170

[170] θαυμάζω δὲ τῶν δυναστευόντων ἐν ταῖς πόλεσιν, εἰ προσήκειν αὑτοῖς ἡγοῦνται μέγα φρονεῖν, μηδὲν πώποθʼ ὑπὲρ τηλικούτων πραγμάτων μήτʼ εἰπεῖν μήτʼ ἐνθυμηθῆναι δυνηθέντες. ἐχρῆν γὰρ αὐτούς, εἴπερ ἦσαν ἄξιοι τῆς παρούσης δόξης, ἁπάντων ἀφεμένους τῶν ἄλλων περὶ τοῦ πολέμου τοῦ πρὸς τοὺς βαρβάρους εἰσηγεῖσθαι καὶ συμβουλεύειν.