Pular para o conteúdo

Πανηγυρικός

Isócrates · Parte 161

[161] οὐκ Αἴγυπτος μὲν αὐτοῦ καὶ Κύπρος ἀφέστηκε, Φοινίκη δὲ καὶ Συρία διὰ τὸν πόλεμον ἀνάστατοι γεγόνασι, Τύρος δʼ, ἐφʼ ᾗ μέγʼ ἐφρόνησεν, ὑπὸ τῶν ἐχθρῶν τῶν ἐκείνου κατείληπται; τῶν δʼ ἐν Κιλικίᾳ πόλεων τὰς μὲν πλείστας οἱ μεθʼ ἡμῶν ὄντες ἔχουσι, τὰς δʼ οὐ χαλεπόν ἐστι κτήσασθαι. Λυκίας δʼ οὐδεὶς πώποτε Περσῶν ἐκράτησεν.