Pular para o conteúdo

Παναθηναϊκός

Isócrates · Parte 79

[79] οὐ μόνον δʼ ἐπὶ τούτοις ἄν τις ἐπαινέσειεν αὐτόν, ἀλλὰ καὶ ἐφʼ οἷς περὶ τὸν αὐτὸν χρόνον ἔπραξεν. εἰς τοῦτο γὰρ μεγαλοφροσύνης ἦλθεν, ὥστʼ οὐκ ἀπέχρησεν αὐτῷ λαβεῖν στρατιώτας τῶν ἰδιωτῶν ὁπόσους ἐξ ἑκάστης ἐβουλήθη τῆς πόλεως, ἀλλὰ τοὺς βασιλεῖς τοὺς ποιοῦντας ἐν ταῖς αὑτῶν ὅ τι βουληθεῖεν καὶ τοῖς ἄλλοις προστάττοντας, τούτους ἔπεισεν ὑφʼ αὑτῷ γενέσθαι, καὶ συνακολουθεῖν ἐφʼ οὓς ἂν ἡγῆται, καὶ ποιεῖν τὸ προσταττόμενον, καὶ βασιλικὸν βίον ἀφέντας στρατιωτικῶς ζῆν,