[75] πολὺ δὲ πλείους τοὺς ἐπιτιμῶντας. διὸ δέδοικα μὴ καὶ περὶ ἐμὲ συμβῇ τι τοιοῦτον. οὐ μὴν ἀλλʼ αἱροῦμαι βοηθῆσαι τῷ ταὐτὸν ἐμοί τε καὶ πολλοῖς πεπονθότι, καὶ διημαρτηκότι τῆς δόξης ἧς προσῆκε τυχεῖν αὐτόν, καὶ μεγίστων μὲν ἀγαθῶν αἰτίῳ γεγενημένῳ περὶ ἐκεῖνον τὸν χρόνον, ἧττον δʼ ἐπαινουμένῳ τῶν οὐδὲν ἄξιον λόγου διαπεπραγμένων.