Pular para o conteúdo

Παναθηναϊκός

Isócrates · Parte 73

[73] καὶ ταύτας οὐ μετρίως ἀλλʼ ὑπερβαλλόντως· οὐδένα γὰρ εὑρήσομεν τῶν ἁπάντων οὔτʼ ἰδιωτέρας πράξεις μεταχειρισάμενον οὔτε καλλίους οὔτε μείζους οὔτε τοῖς Ἕλλησιν ὠφελιμωτέρας οὔτε πλειόνων ἐπαίνων ἀξίας. καὶ τούτοις οὕτω μὲν ἀπηριθμημένοις εἰκότως ἄν τινες ἀπιστήσειαν, μικρῶν δὲ περὶ ἑκάστου ῥηθέντων ἅπαντες ἂν ἀληθῆ με λέγειν ὁμολογήσειαν.