Pular para o conteúdo

Παναθηναϊκός

Isócrates · Parte 71

[71] ἃς ἄξιον ἦν, εἰ καὶ μηδὲν αὐταῖς πρότερον ὑπῆρχεν ἀγαθόν, τῆς μεγίστης δωρεᾶς παρὰ τῶν Ἑλλήνων τυχεῖν διὰ τὴν στρατείαν τὴν ἐπὶ Τροίαν, ἐν ᾗ σφᾶς τε αὐτὰς παρέσχον πρωτευούσας καὶ τοὺς ἡγεμόνας ἀρετὰς ἔχοντας οὐ μόνον τὰς τοιαύτας ὧν πολλοὶ καὶ τῶν φαύλων κοινωνοῦσιν, ἀλλὰ κἀκείνας ὧν οὐδεὶς ἂν πονηρὸς ὢν δυνηθείη μετασχεῖν.