[69] εἰ καὶ μικρὸς λογισμὸς ἐνῆν αὐτοῖς, δικαίως ἂν χάριν εἶχον ἡμῖν. παραλαβόντες γὰρ τὰς πόλεις αὐτῶν τὰς μὲν παντάπασιν ἀναστάτους γεγενημένας ὑπὸ τῶν βαρβάρων, τὰς δὲ πεπορθημένας, εἰς τοῦτο προηγάγομεν, ὥστε μικρὸν μέρος τῶν γιγνομένων ἡμῖν διδόντας μηδὲν ἐλάττους ἔχειν τοὺς οἴκους Πελοποννησίων τῶν οὐδένα φόρον ὑποτελούντων.