Pular para o conteúdo

Παναθηναϊκός

Isócrates · Parte 67

[67] τοιαῦτα δὲ καὶ περὶ τῆς εἰσπράξεως τῶν φόρων ἤν τι λέγωσιν, ἕξομεν εἰπεῖν· πολὺ γὰρ ἐπιδείξομεν συμφορώτερα πράξαντας τοὺς ἡμετέρους ἢ Λακεδαιμονίους ταῖς πόλεσι ταῖς τὸν φόρον ἐνεγκούσαις. πρῶτον μὲν γὰρ οὐ προσταχθὲν ὑφʼ ἡμῶν τοῦτʼ ἐποίουν, ἀλλʼ αὐτοὶ γνόντες, ὅτε περ τὴν ἡγεμονίαν ἡμῖν τὴν κατὰ θάλατταν ἔδοσαν·