[62] οἶμαι δὲ τοὺς ἀηδῶς ἀκούοντας τῶν λόγων τούτων τοῖς μὲν εἰρημένοις οὐδὲν ἀντερεῖν ὡς οὐκ ἀληθέσιν οὖσιν, οὐδʼ αὖ πράξεις ἑτέρας ἕξειν εἰπεῖν περὶ ἃς Λακεδαιμόνιοι γενόμενοι πολλῶν ἀγαθῶν αἴτιοι τοῖς Ἕλλησι κατέστησαν, κατηγορεῖν δὲ τῆς πόλεως ἡμῶν ἐπιχειρήσειν,