[6] βούλομαι οὖν προδιαλεχθῆναι περί τʼ ἐμαυτοῦ καὶ περὶ τῶν οὕτω πρός με διακειμένων, ἵνʼ ἤν πως οἷός τε γένωμαι, τοὺς μὲν παύσω βλασφημοῦντας, τοὺς δʼ εἰδέναι ποιήσω περὶ ἃ τυγχάνω διατρίβων· ἢν γὰρ ταῦτα τῷ λόγῳ δυνηθῶ διοικῆσαι κατὰ τρόπον, ἐλπίζω τὸν ἐπίλοιπον χρόνον αὐτός τε ἀλύπως διάξειν, καὶ τῷ λόγῳ τῷ μέλλοντι ῥηθήσεσθαι τοὺς παρόντας μᾶλλον προσέξειν τὸν νοῦν.