[55] καθʼ ἕκαστον μὲν οὖν διεξιέναι περὶ τῶν τοιούτων καὶ τοσούτων τὸ πλῆθος ἀνόητόν ἐστιν· ὀλίγα δὲ καθʼ ἁπάντων εἰπεῖν, ἃ τοῖς ἀκούσασιν ὀργὴν ἀξίαν ἐμποιήσειεν ἂν τῶν πεπραγμένων, νεώτερος μὲν ὢν ἴσως ἂν ἐξεῦρον, νῦν δʼ οὐδὲν ἐπέρχεταί μοι τοιοῦτον, ἀλλʼ ἅπερ ἅπασιν, ὅτι τοσοῦτον ἐκεῖνοι διήνεγκαν ἀνομίᾳ καὶ πλεονεξίᾳ τῶν προγεγενημένων, ὥστʼ οὐ μόνον αὑτοὺς ἀπώλεσαν καὶ τοὺς φίλους καὶ τὰς πατρίδας τὰς αὑτῶν, ἀλλὰ καὶ Λακεδαιμονίους πρὸς τοὺς συμμάχους διαβαλόντες εἰς τοιαύτας καὶ τοσαύτας συμφορὰς ἐνέβαλον, ὅσας οὐδεὶς πώποτʼ αὐτοῖς γενήσεσθαι προσεδόκησεν.