Pular para o conteúdo

Παναθηναϊκός

Isócrates · Parte 52

[52] τεκμήριον δὲ μέγιστον· ἀφελόμενοι γὰρ Λακεδαιμονίους τὴν ἡγεμονίαν οἱ συγκινδυνεύσαντες τοῖς ἡμετέροις παρέδοσαν. καίτοι τίνας ἄν τις κριτὰς ἱκανωτέρους ποιήσαιτο καὶ πιστοτέρους τῶν τότε πραχθέντων ἢ τοὺς ἐν αὐτοῖς τοῖς ἀγῶσι παραγενομένους; τίνα δʼ ἄν τις εὐεργεσίαν εἰπεῖν ἔχοι ταύτης μείζω, τῆς ἅπασαν τὴν Ἑλλάδα σῶσαι δυνηθείσης;