Pular para o conteúdo

Παναθηναϊκός

Isócrates · Parte 49

[49] χρόνῳ δʼ ὕστερον γενομένου τοῦ Περσικοῦ πολέμου, καὶ Ξέρξου τοῦ τότε βασιλεύοντος τριήρεις μὲν συναγαγόντος τριακοσίας καὶ χιλίας, τῆς δὲ πεζῆς στρατιᾶς πεντακοσίας μὲν μυριάδας τῶν ἁπάντων, ἑβδομήκοντα δὲ τῶν μαχίμων, τηλικαύτῃ δὲ δυνάμει στρατεύσαντος ἐπὶ τοὺς Ἕλληνας,