[45] Λακεδαιμόνιοι δὲ περὶ τὸν αὐτὸν χρόνον τοσοῦτον ἀπέσχον τοῦ πράττειν τι τῶν αὐτῶν τοῖς ἡμετέροις καὶ τοῦ τοῖς μὲν βαρβάροις πολεμεῖν τοὺς δʼ Ἕλληνας εὐεργετεῖν, ὥστʼ οὐδʼ ἡσυχίαν ἄγειν ἠθέλησαν, ἀλλʼ ἔχοντες πόλιν ἀλλοτρίαν καὶ χώραν οὐ μόνον ἱκανήν, ἀλλʼ ὅσην οὐδεμία πόλις τῶν Ἑλληνίδων, οὐκ ἔστερξαν ἐπὶ τούτοις,