Pular para o conteúdo

Παναθηναϊκός

Isócrates · Parte 265

[265] οὐ μὴν οὐδʼ ἐγὼ παρεστὼς ἐσιώπων, ἀλλʼ ἐπῄνεσα τήν τε φύσιν αὐτοῦ καὶ τὴν ἐπιμέλειαν, περὶ δὲ τῶν ἄλλων οὐδὲν ἐφθεγξάμην ὧν εἶπεν, οὔθʼ ὡς ἔτυχε ταῖς ὑπονοίαις τῆς ἐμῆς διανοίας οὔθʼ ὡς διήμαρτεν, ἀλλʼ εἴων αὐτὸν οὕτως ἔχειν ὥσπερ αὐτὸς αὑτὸν διέθηκεν.