Pular para o conteúdo

Παναθηναϊκός

Isócrates · Parte 254

[254] μάχῃ δὲ νικήσαντες τοὺς μὲν ἡττηθέντας ἔκ τε τῶν πόλεων καὶ τῆς χώρας ἐξέβαλον, αὐτοὶ δὲ τὰς κτήσεις ἁπάσας τὰς ἐκείνων τότε κατασχόντες ἔτι καὶ νῦν ἔχουσιν, οὗ μεῖζον ἔργον καὶ θαυμαστότερον οὐδεὶς ἐπιδείξει κατʼ ἐκεῖνον τὸν χρόνον γενόμενον, οὐδὲ πρᾶξιν εὐτυχεστέραν καὶ θεοφιλεστέραν τῆς τοὺς χρησαμένους τῆς μὲν οἰκείας ἀπορίας ἀπαλλαξάσης, τῆς δʼ ἀλλοτρίας εὐδαιμονίας κυρίους ποιησάσης.