Pular para o conteúdo

Παναθηναϊκός

Isócrates · Parte 249

[249] ὥστʼ οὐδὲν θαυμαστὸν εἰ καὶ περὶ τοῦ νῦν ἐνεστῶτος τοιοῦτόν τι συμβέβηκεν, ὅπου σὺ μὲν οἴει μάλιστʼ εὐδοκιμήσειν, ἢν ὡς πλεῖστον χρόνον διαλάθῃς ἣν ἔχων γνώμην τὰ περὶ τὸν λόγον ἐπραγματεύθης, ἐγὼ δʼ ἡγοῦμαι βέλτιστά σε πράξειν, ἢν δυνηθῇς τὴν διάνοιαν, ᾗ χρώμενος αὐτὸν συνέθηκας, ὡς τάχιστα φανερὰν ποιῆσαι τοῖς τʼ ἄλλοις ἅπασι καὶ Λακεδαιμονίοις, περὶ ὧν πεποίησαι πολλοὺς λόγους, τοὺς μὲν δικαίους καὶ σεμνούς, τοὺς δʼ ἀσελγεῖς καὶ λίαν φιλαπεχθήμονας.