[233] ἐν τοιαύτῃ δὲ μοι ταραχῇ καθεστηκότι καὶ μεταβολὰς ποιουμένῳ πολλὰς ἔδοξε κράτιστον εἶναι παρακαλέσαντι τῶν πεπλησιακότων τοὺς ἐπιδημοῦντας βουλεύσασθαι μετʼ αὐτῶν, πότεροι ἀφανιστέος παντάπασίν ἐστιν ἢ διαδοτέος τοῖς βουλομένοις λαμβάνειν, ὁπότερα δʼ ἂν ἐκείνοις δόξῃ, ταῦτα ποιεῖν. τούτων γνωσθέντων οὐδεμίαν διατριβὴν ἐποιησάμην, ἀλλʼ εὐθὺς παρεκέκληντο μὲν οὓς εἶπον, προειρηκὼς δʼ ἦν αὐτοῖς ἐφʼ ἃ συνεληλυθότες ἦσαν, ἀνέγνωστο δʼ ὁ λόγος, ἐπῃνημένος δʼ ἦν καὶ τεθορυβημένος καὶ τετυχηκὼς ὧνπερ οἱ κατορθοῦντες ἐν ταῖς ἐπιδείξεσιν.