[226] οὗτοι γὰρ τῷ ταὐτὰ γιγνώσκειν περὶ τῶν ἔξω πραγμάτων ἀλλήλοις στασιάζειν τοὺς Ἕλληνας ὥσπερ τέχνην ἔχοντες, ἐποίουν, καὶ τὸ χαλεπώτατον ταῖς ἄλλαις πόλεσι τῶν κακῶν γιγνόμενον, τοῦθʼ αὑτοῖς ἁπάντων συμφορώτατον ἐνόμιζον εἶναι· τὰς γὰρ οὕτω διακειμένας ἐξῆν αὐτοῖς, ὅπως ἠβούλοντο, διοικεῖν. ὥστʼ οὐδεὶς ἂν αὐτοὺς διά γε τὴν ὁμόνοιαν δικαίως ἐπαινέσειεν, οὐδὲν μᾶλλον ἢ τοὺς καταποντιστὰς καὶ λῃστὰς καὶ τοὺς περὶ τὰς ἄλλας ἀδικίας ὄντας· καὶ γὰρ ἐκεῖνοι σφίσιν αὐτοῖς ὁμονοοῦντες τοὺς ἄλλους ἀπολλύουσιν.