Pular para o conteúdo

Παναθηναϊκός

Isócrates · Parte 222

[222] χρὴ δὲ τοὺς ὀρθῶς δοκιμάζειν βουλομένους περὶ τῶν τοιούτων ἐν ἀρχῇ μὲν ἡσυχίαν ἄγειν καὶ μηδεμίαν δόξαν ἔχειν περὶ αὐτῶν, ἐπειδὰν δʼ εἰς τὸν χρόνον ἐκεῖνον ἔλθωσιν, ἐν ᾧ καὶ λέγοντας καὶ πράττοντας αὐτοὺς ὄψονται καὶ περὶ τῶν ἰδίων καὶ περὶ τῶν κοινῶν, τότε θεωρεῖν ἀκριβῶς ἕκαστον αὐτῶν,