[215] ταῦτʼ ἀκούσας θρασέως μὲν οὐδὲ πρὸς ἓν ἀντεῖπε τῶν εἰρημένων, οὐδʼ αὖ παντάπασιν ἀπεσιώπησεν, ἀλλʼ ἔλεγεν ὅτι “οὐ μὲν πεποίησαι τοὺς λόγουσ” ἐμὲ λέγων “ὡς ἅπαντʼ ἀποδεχομένου μου τἀκεῖ καὶ καλῶς ἔχειν νομίζοντος· ἐμοὶ δὲ δοκεῖς περὶ μὲν τῆς τῶν παίδων αὐτονομίας καὶ περὶ ἄλλων πολλῶν εἰκότως ἐπιτιμᾶν ἐκείνοις,