Pular para o conteúdo

Παναθηναϊκός

Isócrates · Parte 201

[201] ἐλθὼν δʼ ὁ κληθεὶς καὶ διαναγνοὺς τὸν λόγον ʽτὰ γὰρ μεταξὺ τί δεῖ λέγοντα διατρίβειν;ʼ, ἐδυσχέρανε μὲν ἐπʼ οὐδενὶ τῶν γεγραμμένων, ἐπῄνεσε δʼ ὡς δυνατὸν μάλιστα, καὶ διελέχθη περὶ ἑκάστου τῶν μερῶν παραπλησίως οἷς ἡμεῖς ἐγιγνώσκομεν· οὐ μὴν ἀλλὰ φανερὸς ἦν οὐχ ἡδέως ἔχων ἐπὶ τοῖς περὶ Λακεδαιμονίων εἰρημένοις.