Pular para o conteúdo

Παναθηναϊκός

Isócrates · Parte 173

[173] περὶ μὲν οὖν τούτων οἶδʼ ὅτι καλῶς γέγραφα καὶ συμφερόντως· ὅσον δʼ ἡ πόλις ἡμῶν διέφερε τὰ περὶ τὸν πόλεμον κατʼ ἐκεῖνον τὸν χρόνον, τοῦτο γὰρ ἀποδεῖξαι βουλόμενος διῆλθον τὰ γενόμενα Θήβῃσιν, ἡγοῦμαι τὴν πρᾶξιν ἐκείνην ἅπασι σαφῶς δηλοῦν, τὴν τὸν μὲν βασιλέα τὸν Ἀργείων ἀναγκάσασαν ἱκέτην γενέσθαι τῆς πόλεως τῆς ἡμετέρας, τοὺς δὲ κυρίους ὄντας Θηβῶν οὕτω διαθεῖσαν,