Pular para o conteúdo

Παναθηναϊκός

Isócrates · Parte 165

[165] ταῦτα δὲ διανοηθέντες τῶν μὲν ἧττον νοσουσῶν πρεσβείαις καὶ λόγοις ἐξαιρεῖν ἐπειρῶντο τὰς διαφοράς, εἰς δὲ τὰς μᾶλλον στασιαζούσας ἐξέπεμπον τῶν πολιτῶν τοὺς μεγίστην παρʼ αὐτοῖς δόξαν ἔχοντας, οἳ περί τε τῶν παρόντων πραγμάτων αὐταῖς συνεβούλευον καὶ συγγιγνόμενοι τοῖς τε μὴ δυναμένοις ἐν ταῖς αὑτῶν ζῆν καὶ τοῖς χεῖρον γεγονόσιν ὧν οἱ νόμοι προστάττουσιν, οἵπερ ὡς ἐπὶ τὸ πολὺ λυμαίνονται τὰς πόλεις, ἔπειθον μεθʼ αὑτῶν στρατεύεσθαι καὶ βίον ζητεῖν βελτίω τοῦ παρόντος.