Pular para o conteúdo

Παναθηναϊκός

Isócrates · Parte 162

[162] αὗται μὲν γὰρ ἂν φανεῖεν ἐν ἐκείνοις τε τοῖς χρόνοις πρὸς μὲν τοὺς βαρβάρους εἰρήνην ποιησάμεναι, σφᾶς δʼ αὐτὰς καὶ τὰς ἄλλας πόλεις ἀπολλύουσαι νῦν τε τῶν μὲν Ἑλλήνων ἄρχειν ἀξιοῦσαι, πρὸς δὲ τὸν βασιλέα πρέσβεις πέμπουσαι περὶ φιλίας καὶ συμμαχίας· οἱ δὲ τότε τὴν πόλιν οἰκοῦντες οὐδὲν τούτων ἔπραττον,