Pular para o conteúdo

Παναθηναϊκός

Isócrates · Parte 127

[127] μᾶλλον δʼ ἀδύνατον, τὰ κατʼ ἐκεῖνον ἐπελθόντα τὸν χρόνον εἰς τοῦτον ἀποθέσθαι τὸν καιρόν, ὃν οὐ προῄδειν ἐσόμενον. ἐκεῖνα μὲν οὖν ἐάσομεν, ἐπειδὴ πρὸς τὸ παρὸν αὐτοῖς κατεχρησάμην, μιᾶς δὲ μόνον μνησθήσομαι πράξεως, ᾗ συμβέβηκε μήτʼ εἰρῆσθαι πρότερον μήτε πεπρᾶχθαι μηδʼ ὑφʼ ἑνὸς ἄλλου πλὴν ὑπὸ Θησέως, σημεῖον δʼ εἶναι μέγιστον τῆς ἀρετῆς τῆς ἐκείνου καὶ φρονήσεως.