Pular para o conteúdo

Παναθηναϊκός

Isócrates · Parte 122

[122] οὐ σφαγὰς μητέρων καὶ μίξεις καὶ παιδοποιίας ἐξ ὧν ἐτύγχανον αὐτοὶ πεφυκότες; οὐ παίδων βρῶσιν ὑπὸ τῶν οἰκειοτάτων ἐπιβεβουλευμένην; οὐκ ἐκβολὰς ὧν ἐγέννησαν, καὶ καταποντισμοὺς καὶ τυφλώσεις καὶ τοσαύτας τὸ πλῆθος κακοποιίας, ὥστε μηδένα πώποτε ἀπορῆσαι τῶν εἰθισμένων καθʼ ἕκαστον τὸν ἐνιαυτὸν εἰσφέρειν εἰς τὸ θέατρον τὰς τότε γεγενημένας συμφοράς;