Pular para o conteúdo

Παναθηναϊκός

Isócrates · Parte 111

[111] ἐπειδὰν αἴσθωνται τοὺς τόπους ἅπαντας προκατειλημμένους καὶ μηδὲ πρὸς ἓν ἀντειπεῖν ἔχωσι τῶν εἰρημένων, ἐπὶ τὸν λόγον οἶμαι τρέψεσθαι τὸν περὶ τῶν πολιτειῶν, καὶ παραβάλλοντας τἀκεῖ καθεστῶτα τοῖς ἐνθάδε, καὶ μάλιστα τὴν σωφροσύνην καὶ πειθαρχίαν πρὸς τὰς παρʼ ἡμῖν ὀλιγωρίας, ἐκ τούτων ἐγκωμιάσειν τὴν Σπάρτην.