[106] ἧς οὐδεὶς ἂν ἐπιδείξειεν οὔτʼ αἰσχίω πώποτε γενομένην οὔτʼ ἐπονειδιστοτέραν οὔτʼ ὀλιγωροτέραν τῶν Ἑλλήνων οὔτʼ ἐναντιωτέραν τοῖς λεγομένοις ὑπό τινων περὶ τῆς ἀρετῆς τῆς Λακεδαιμονίων· οἵ τινες, ὅτε μὲν αὐτοὺς ὁ βασιλεὺς δεσπότας τῶν Ἑλλήνων κατέστησεν, ἀφελέσθαι τὴν βασιλείαν αὐτοῦ καὶ τὴν εὐδαιμονίαν ἅπασαν ἐπεχείρησαν, ἐπειδὴ δὲ καταναυμαχήσας ταπεινοὺς ἐποίησεν, οὐ μικρὸν μέρος αὐτῷ τῶν Ἑλλήνων παρέδωκαν ἀλλὰ πάντας τοὺς τὴν Ἀσίαν οἰκοῦντας, διαρρήδην γράψαντες χρῆσθαι τοῦθʼ ὅ τι ἂν αὐτὸς βούληται,