Pular para o conteúdo

Παναθηναϊκός

Isócrates · Parte 101

[101] ὥστε δικαίως ἂν ἐκείνοις μὲν ἅπαντες ἐγκαλέσειαν ὡς ἀρχηγοῖς γεγενημένοις καὶ διδασκάλοις τῶν τοιούτων ἔργων, τοῖς δʼ ἡμετέροις, ὥσπερ τῶν μαθητῶν τοῖς ὑπὸ τῶν ὑπισχνουμένων ἐξηπατημένοις καὶ διημαρτηκόσι τῶν ἐπίδων, εἰκότως ἂν συγγνώμην ἔχοιεν.