Pular para o conteúdo

Περὶ ἀντιδόσεως

Isócrates · Parte 9

[9] ταῦτα δὲ διανοηθεὶς ἔγραφον τὸν λόγον τοῦτον, οὐκ ἀκμάζων, ἀλλʼ ἔτη γεγονὼς δύο καὶ ὀγδοήκοντα. διόπερ χρὴ συγγνώμην ἔχειν, ἢν μαλακώτερος ὢν φαίνηται τῶν παρʼ ἐμοῦ πρότερον ἐκδεδομένων. καὶ γὰρ οὐδὲ ῥᾴδιος ἦν οὐδʼ ἁπλοῦς, ἀλλὰ πολλὴν ἔχων πραγματείαν.