Pular para o conteúdo

Περὶ ἀντιδόσεως

Isócrates · Parte 55

[55] δέομαι δὲ τῶν πολλάκις ἀνεγνωκότων τὰ μέλλοντα ῥηθήσεσθαι μὴ ζητεῖν ἐν τῷ παρόντι παρʼ ἐμοῦ καινοὺς λόγους, μηδʼ ὀχληρόν με νομίζειν, ὅτι λέγω τοὺς πάλαι παρʼ ὑμῖν διατεθρυλημένους. εἰ μὲν γὰρ ἐπίδειξιν ποιούμενος ἔλεγον αὐτούς, εἰκότως ἂν εἶχον τὴν αἰτίαν ταύτην· νῦν δὲ κρινόμενος καὶ κινδυνεύων ἀναγκάζομαι χρῆσθαι τοῦτον τὸν τρόπον αὐτοῖς.