Pular para o conteúdo

Περὶ ἀντιδόσεως

Isócrates · Parte 36

[36] τοῦ μὲν γὰρ γενέσθαι προέχοντα τῶν ἄλλων ἢ περὶ τοὺς λόγους ἢ περὶ τὰς πράξεις εἰκότως ἄν τις τὴν τύχην αἰτιάσαιτο, τοῦ δὲ καλῶς καὶ μετρίως κεχρῆσθαι τῇ φύσει δικαίως ἂν ἅπαντες τὸν τρόπον τὸν ἐμὸν ἐπαινέσειαν. οὐ μὴν οὐδʼ εἰ ταῦτʼ ἔχων περὶ ἐμαυτοῦ λέγειν, οὐδʼ οὕτω φανήσομαι περὶ τοὺς λόγους τοὺς τοιούτους γεγενημένος.