Pular para o conteúdo

Περὶ ἀντιδόσεως

Isócrates · Parte 262

[262] οἱ μὲν γὰρ πλεῖστοι τῶν ἀνθρώπων ὑπειλήφασιν ἀδολεσχίαν καὶ μικρολογίαν εἶναι τὰ τοιαῦτα τῶν μαθημάτων· οὐδὲν γὰρ αὐτῶν οὔτʼ ἐπὶ τῶν ἰδίων οὔτʼ ἐπὶ τῶν κοινῶν εἶναι χρήσιμον, ἀλλʼ οὐδʼ ἐν ταῖς μνείαις οὐδὲνα χρόνον ἐμμένειν ταῖς τῶν μαθόντων διὰ τὸ μήτε τῷ βίω παρακολουθεῖν μήτε ταῖς πράξεσιν ἐπαμύνειν, ἀλλʼ ἔξω παντάπασιν εἶναι τῶν ἀναγκαίων.