Pular para o conteúdo

Περὶ ἀντιδόσεως

Isócrates · Parte 223

[223] πότερον τοὺς ἤδη κακοήθεις ὄντας καὶ πονηρούς; καὶ τίς ἄν, ἃ παρὰ τῆς αὑτοῦ φύσεως ἐπίσταται, ταῦτα παρʼ ἑτέρου μανθάνειν ἐπιχειρήσειεν; ἀλλὰ τοὺς ἐπιεικεῖς καὶ χρηστῶν ἐπιτηδευμάτων ἐπιθυμοῦντας; ἀλλʼ οὐδʼ ἂν εἷς τῶν τοιούτων τοῖς κακόν τι λέγουσιν ἢ πράττουσι διαλεχθῆναι τολμήσειεν.