[219] ἀλλὰ μὴν οὐδʼ ἂν θαυμασθεῖμεν οὐδὲ τιμῆς μεγάλης τύχοιμεν τοιούτους τοὺς συνόντας ἀποπέμποντες, ἀλλὰ πολὺ ἂν μᾶλλον καταφρονηθεῖμεν καὶ μισηθεῖμεν τῶν ταῖς ἄλλαις πονηρίαις ἐνόχων ὄντων. καὶ μὴν οὐδʼ εἰ ταῦτα παρίδοιμεν, χρήματα πλεῖστʼ ἂν λάβοιμεν οὕτω παιδείας προεστῶτες.