Pular para o conteúdo

Περὶ ἀντιδόσεως

Isócrates · Parte 216

[216] ἐγὼ δʼ οὐχ ὑπὲρ ἁπάντων τῶν προσποιουμένων δύνασθαι παιδεύειν ποιοῦμαι τοὺς λόγους, ἀλλʼ ὑπὲρ τῶν δικαίως τὴν δόξαν ταύτην ἐχόντων. οἶμαι δὲ σαφῶς ἐπιδείξειν τοὺς κατηγοροῦντας ἡμῶν πολὺ τῆς ἀληθείας διημαρτηκότας, ἤν περ ἐθελήσητε διὰ τέλους ἀκοῦσαι τῶν λεγομένων.