Pular para o conteúdo

Περὶ ἀντιδόσεως

Isócrates · Parte 208

[208] ὅπου δὲ καὶ διὰ τὰς αὑτῶν ἐπιμελείας γίγνονταί τινες βελτίους, πῶς οὐκ ἂν οὗτοι λαβόντες ἐπιστάτην καὶ πρεσβύτερον καὶ πολλῶν πραγμάτων ἔμπειρον, καὶ τὰ μὲν παρειληφότα τὰ δʼ αὐτὸν εὑρηκότα, πολὺ ἃ ἔτι πλέον καὶ σφῶν αὐτῶν καὶ τῶν ἄλλων διήνεγκαν;