Pular para o conteúdo

Περὶ ἀντιδόσεως

Isócrates · Parte 205

[205] ἀλλὰ μὴν καὶ τόδε πάντες ἂν ὁμολογήσαιεν, ὅτι τούτους τεχνικωτάτους εἶναι νομίζομεν ἐπὶ πασῶν τῶν τεχνῶν καὶ χειρουργιῶν, οἵ τινες ἂν τοὺς μαθητὰς ὡς οἷόν θʼ ὁμοιοτάτους ἐργάτας ἀλλήλοις ἀποδείξωσι. τῇ τοίνυν φιλοσοφίᾳ φανήσεται καὶ τοῦτο συμβεβηκός.