Pular para o conteúdo

Περὶ ἀντιδόσεως

Isócrates · Parte 153

[153] νῦν δʼ εἰς πολλὴν ἀπορίαν καθέστηκα, τί δρῶν ἀρέσαι δυνηθείην ἂν τοῖς τοιούτοις. εἰ γὰρ ἅπαντα τὸν χρόνον ἔργον ποιούμενος ὅπως μηδένα μήτʼ ἀδικήσω μήτʼ ἐνοχλήσω μήτε λυπήσω, διʼ αὐτὰ ταῦτα λυπῶ τινας, τί ποιῶν ἂν χαριζοίμην; ἢ τί λοιπόν ἐστι πλὴν ἐμὲ μὲν ἀτυχῆ, τοὺς δὲ τοιούτους ἀμαθεῖς δοκεῖν εἶναι καὶ δυσκόλους τοῖς συμπολιτευομένοις;