Pular para o conteúdo

Περὶ ἀντιδόσεως

Isócrates · Parte 114

[114] ἠβουλόμην δʼ ἄν,ὥσπερ ἐξαριθμῆσαι τὰς πράξεις ῥᾴδιον γέγονεν, οὕτως οἷόν τʼ εἶναι συντόμως δηλῶσαι τοὺς καιροὺς ἐν οἷς ἕκαστα τούτων ἐπράχθη, καὶ τὰ τῆς πόλεως ὡς εἶχε, καὶ τὴν τῶν πολεμίων δύναμιν· πολὺ γὰρ ἂν ὑμῖν αἵ τʼ εὐεργεσίαι μείζους κἀκεῖνος πλείονος ἄξιος ἔδοξεν εἶναι. νῦν δὲ ταῦτα μὲν ἐάσω διὰ τὸ πλῆθος.