Pular para o conteúdo

Περὶ ἀντιδόσεως

Isócrates · Parte 110

[110] ὥσθʼ ἡμᾶς μὲν ἀπʼ ἐκείνης τῆς ἡμέρας θύειν αὐτῇ καθʼ ἕκαστον τὸν ἐνιαυτὸν ὡς οὐδεμιᾶς ἄλλης οὕτω τῇ πόλει συνενεγκούσης, Λακεδαιμονίων δὲ μετʼ ἐκεῖνον τὸν χρόνον μηδʼ ὑφʼ ἑνὸς ἑωρᾶσθαι μήτε ναυτικὸν ἐντὸς Μαλέας περιπλέον μήτε πεζὸν στρατόπεδον διὰ τοῦ Ἰσθμοῦ πορευόμενον, ὅπερ αὐτοῖς τῆς περὶ Λεῦκτρα συμφορᾶς εὕροι τις ἂν αἴτιον γεγενημένον.