Pular para o conteúdo

Περὶ ἀντιδόσεως

Isócrates · Parte 107

[107] ἀθροώτατον μὲν οὖν τοῦτʼ εἰπεῖν ἔχω περὶ Τιμοθέου καὶ μάλιστα καθʼ ἁπάντων, ὅτι τοσαύτας ᾕρηκε πόλεις κατὰ κράτος ὅσας οὐδεὶς πώποτε τῶν ἐστρατηγηκότων, οὔτε τῶν ἐκ ταύτης τῆς πόλεως οὔτε τῶν ἐκ τῆς ἄλλης Ἑλλάδος, καὶ τούτων ἐνίας, ὧν ληφθεισῶν ἅπας ὁ τόπος ὁ περιέχων οἰκεῖος ἠναγκάσθη τῇ πόλει γενέσθαι· τηλικαύτην ἑκάστη δύναμιν εἶχε.