[99] ἄξιον δὲ μνησθῆναι καὶ τῶν βασιλέων ἀμφοτέρων, ἐφʼ ὃν σοί τε συμβουλεύω στρατεύειν καὶ πρὸς ὃν Κλέαρχος ἐπολέμησεν, ἵνʼ ἑκατέρου τὴν γνώμην καὶ τὴν δύναμιν εἰδῇς. ὁ μὲν τοίνυν τούτου πατὴρ τὴν πόλιν τὴν ἡμετέραν καὶ πάλιν τὴν Λακεδαιμονίων κατεπολέμησεν, οὗτος δʼ οὐδενὸς πώποτε τῶν στρατευμάτων τῶν τὴν χώραν αὐτοῦ λυμαινομένων ἐπεκράτησεν.