Pular para o conteúdo

Φίλιππος

Isócrates · Parte 90

[90] ἐγὼ δʼ οὐκ ἐκ τῶν τοιούτων μέλλω σε παρακαλεῖν, ἀλλʼ ἐκ τῶν ἠτυχηκέναι δοξάντων, λέγω δʼ ἐκ τῶν μετὰ Κύρου καὶ Κλεάρχου συστρατευσαμένων.

ἐκείνους γὰρ ὁμολογεῖται νικῆσαι μὲν μαχομένους ἅπασαν τὴν βασιλέως δύναμιν τοσοῦτον, ὅσον περ ἂν εἰ ταῖς γυναιξὶν αὐτῶν συνέβαλον, ἤδη δʼ ἐγκρατεῖς δοκοῦντας εἶναι τῶν πραγμάτων διὰ τὴν Κύρου προπέτειαν ἀτυχῆσαι· περιχαρῆ γὰρ αὐτὸν ὄντα καὶ διώκοντα πολὺ πρὸ τῶν ἄλλων, ἐν μέσοις γενόμενον τοῖς πολεμίοις ἀποθανεῖν.