Pular para o conteúdo

Φίλιππος

Isócrates · Parte 78

[78] ὧν ἐνθυμούμενον χρὴ μὴ περιορᾶν τοιαύτην φήμην σαυτῷ περιφυομένην, ἣν οἱ μὲν ἐχθροὶ περιθεῖναί σοι ζητοῦσι, τῶν δὲ φίλων οὐδεὶς ὅστις οὐκ ἂν ἀντειπεῖν ὑπὲρ σοῦ τολμήσειεν. καίτοι περὶ τῶν σοι συμφερόντων ἐν ταῖς τούτων ἀμφοτέρων γνώμαις μάλιστʼ ἂν κατίδοις τὴν ἀλήθειαν.